Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.130 Joseph. AJ 10.135 (English) >>Joseph. AJ 10.140

10.133ὡς εἶναι τὸν ὅλον ἀγῶνα καὶ τοῖς Βαβυλωνίοις καὶ τοῖς Ἱεροσολυμίταις τῆς ὀξύτητος καὶ συνέσεως, τῶν μὲν πλέον ἐν ταύτῃ δυνηθῆναι τὴν ἀναίρεσιν οἰομένων εἶναι τῆς πόλεως, τῶν δὲ τὴν σωτηρίαν ἐν οὐκ ἄλλῳ τιθεμένων ἐν τῷ μὴ καμεῖν μηδʼ ἀπειπεῖν ἀντεφευρίσκοντας οἷς μάταια τὰ τῶν ἐχθρῶν ἀπελεγχθήσεται μηχανήματα. 10.134καὶ ταῦθʼ ὑπέμειναν ἐπὶ μῆνας ὀκτωκαίδεκα ἕως οὗ διεφθάρησαν ὑπὸ τοῦ λιμοῦ καὶ τῶν βελῶν, ἅπερ ἀπὸ τῶν πύργων εἰς αὐτοὺς ἠκόντιζον οἱ πολέμιοι. 10.135

Ἡιρέθη δʼ πόλις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας τοῦ τετάρτου μηνὸς τῇ ἐνάτῃ ἡμέρᾳ. εἷλον δʼ οὖν οἱ ἡγεμόνες τῶν Βαβυλωνίων, οἷς ἐπίστευσε τὴν πολιορκίαν Ναβουχοδονόσορος· αὐτὸς γὰρ ἐν Ἀραβαθᾶ διέτριβε πόλει. τὰ δὲ τῶν ἡγεμόνων ὀνόματα, εἴ τις ἐπιζητήσειε γνῶναι, οἵτινες τὰ Ἱεροσόλυμα πορθήσαντες ὑπέταξαν, ἦν Ῥεγάλσαρος, Ἀρέμαντος, Σεμέγαρος, Ναβώσαρις, Ἀχαράμψαρις. 10.136ἁλούσης δὲ τῆς πόλεως περὶ μέσην νύκτα καὶ τῶν ἡγεμόνων τῶν πολεμίων εἰσελθόντων εἰς τὸ ἱερὸν γνοὺς Σαχχίας βασιλεύς, παραλαβὼν τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τοὺς ἡγεμόνας καὶ τοὺς φίλους φεύγει μετʼ αὐτῶν ἐκ τῆς πόλεως διὰ τῆς καρτερᾶς φάραγγος καὶ διὰ τῆς ἐρήμου. 10.137φρασάντων δὲ τοῦτό τινων αὐτομόλων τοῖς Βαβυλωνίοις ὑπὸ τὸν ὄρθρον ὥρμησαν διώκειν αὐτόν, καταλαβόντες δὲ οὐκ ἄπωθεν Ἱεριχοῦντος ἐκυκλώσαντο αὐτόν· οἱ δὲ φίλοι καὶ οἱ ἡγεμόνες οἱ συμφυγόντες τῷ Σαχχίᾳ ἐπεὶ τοὺς πολεμίους ἐγγὺς ὄντας εἶδον, καταλιπόντες αὐτὸν διεσπάρησαν ἄλλος ἀλλαχοῦ καὶ σώζειν ἑαυτὸν ἕκαστος ἔγνω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.130 Joseph. AJ 10.135 (English) >>Joseph. AJ 10.140

Powered by PhiloLogic